Κύριε
εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τὴ ἀληθεία
σου, εἰσάκουσόν μου ἐν τὴ δικαιοσύνη σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν
μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιοθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ΄Ὅτι
κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου. Ἐταπείνωσε εἰς γῆν τὴν ζωήν μου.
Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ΄ ἐμὲ τὸ
πνεῦμα μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων,
ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διεπέτασα πρὸς σὲ τὰς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχὺ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμα μου. Μὴ ἀποστρέψης τὸ πρόσωπόν
σου ἀπ΄ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν
ποίησον μοὶ τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ
μὲ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξον μὲ τοῦ ποιεῖν τὸ
θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ πνεῦμα σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ
ἐν γῆ εὐθεία, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με. Ἐν τῆ
δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου
ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου, καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν
ψυχήν μου, ὅτι ἐγὼ δοῦλος σου εἰμί.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἠμίν,εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου (4 φορὲς )
Τῷ Ἁγίω τοῦ Χριστοῦ Παϊσίω, τῷ δοξασθέντι δωρεαῖς οὐρανίους, προσπέσωμεν
ἐκ βάθους ψυχῆς, Ἅγιε Παΐσιε, Ὀρθοδόξων Προστάτα, πάσης ἠμᾶς λύτρωσε
συμφορᾶς καὶ ἀνάγκης καὶ πειρασμῶν καὶ νόσων χαλεπῶν, τοὺς καταφεύγοντας
Πάτερ, τῆ σκέπη σου.
Δόξα….
Ὡς εἰληφῶς παρὰ Θεοῦ ἐξουσίαν τοῦ θεραπεύειν τὰς δεινὰς καχεξίας Πάτερ,
ἴασαι δεόμεθα τοὺς δεινῶς θλιβομένους, νόσοις καὶ παθήμασι καὶ πκραῖς
ἀλγηδόσι καὶ ἐν εἰρήνη φύλαττε ἠμᾶς, ταῖς σαῖς πρεσβεῖες Πάτερ Ὅσιε.
Καὶ νῦν. Θεοτοκίον
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ
γὰρ προΐστασο πρεσβεύουσα, τὶς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τὶς
δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἔκ σού· σοὺς
γὰρ δούλους σώζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Εἴτα τὸν Ν΄ Ψαλμὸν....
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου