Κυριακή 25 Ιανουαρίου 2015

Ἡ πρόταση τοῦ Μητροπολίτου Ναυπάκτου κ. Ἱεροθέου γιὰ τὴν ἁγιοκατάταξη τοῦ Ὁσίου Παϊσίου




NI_osios_Paisios_1977

Φωτογραφία τοῦ Ἁγίου Παϊσίου ποὺ τράβηξε ὁ Μητροπολίτης Ναυπάκτου κ. Ἱεροθέος, (1977)

Ἱερὰ Μητρόπολις Ναυπάκτου καὶ Ἁγίου Βλασίου Ἀριθ. Πρωτ.  437Ἐν Ναυπάκτῳ τῇ 30ῃ Ἰουλίου 2004
Τῇ Αὐτοῦ Θειοτάτῃ Παναγιότητι
τῷ Ἀρχιεπισκόπῳ Κωνσταντινουπόλεως, Νέας Ρώμης
καί Οἰκουμενικῷ Πατριάρχῃ
Κυρίῳ Κυρίῳ Βαρθολομαίῳ
εἰς Βασιλεύουσαν

   Παναγιώτατε Πάτερ καί Δέσποτα,
Δημιουργηθείς ὁ ἄνθρωπος κατ’ εἰκόνα Θεοῦ καί καθ’ ὁμοίωσιν Αὐτοῦ φέρεται ἐπί τήν τελειότητα, ἐπεί τό κατ’ εἰκόνα δυνάμει ὁμοίωσίς ἐστι καί τό καθ᾿ ὁμοίωσιν ἐνεργείᾳ κατ΄ εἰκόνα ἐστί. Ἡ μόνη ἀληθής αὕτη ἐξέλιξις τοῦ ἀνθρώπου, ἐκ τοῦ κατ’ εἰκόνα ἄρχεται καί εἰς τό καθ’ ὁμοίωσιν, ἄλλως πως κατά Χάριν θέωσιν, ἀεικινήτως καί ἀενάως καταλήγει, ὡς «ἀεικίνητος στάσις» καί «στάσιμος κίνησις».

Ὁ τά θεῖα σαφῶν ἅγιος Μάξιμος ὁ Ὁμολογητής ἀναλύει θεολογικῶς: «Τάς μέν ἐκζητικάς τε καί ἐξερευνητικάς τῶν θείων δυνάμεις οὐσιωδῶς ἔχει καταβεβλημένας αὐτῇ παρά τοῦ κτίσαντος, κατ᾿ αὐτήν τήν εἰς τό εἶναι πάροδον, ἡ τῶν ἀνθρώπων φύσις, τάς δέ τῶν θείων ἀποκαλύψεις κατά χάριν ἡ τοῦ Παναγίου Πνεύματος ἐπιφοιτῶσα ποιεῖται δύναμις».
Ἕνεκεν τούτου τό Πνεῦμα τό Ἅγιον ἐν τῇ Παλαιᾷ Διαθήκῃ παραγγέλλει τοῖς ἀγαπῶσι τήν ἀνάπτυξιν τῆς θεοειδοῦς αὐτῶν κατασκευῆς καί τήν ἀνεύρεσιν τοῦ κεκρυμμένου ἐν αὐτοῖς θησαυροῦ, ἤγουν τῆς οὐτωσί λεγομένης ὑποστατικῆς ἀρχῆς, καί «ἠγαπηκόσι τήν ἐπιφάνειαν» τῆς δόξης τοῦ Μεγάλου Θεοῦ (Α΄ Τιμ. δ’, 8), «Ἅγιοι ἔσεσθε, ὅτι ἐγώ ἅγιος, Κύριος ὁ Θεός ὑμῶν» (Λευϊτ. ιθ’, 2). Καί ὁ πρωτοκορυφαῖος Ἀπόστολος Πέτρος, ἡ πέτρα τῆς πίστεως, παραγγέλλει τοῖς Χριστιανοῖς: «κατά τόν καλέσαντα ὑμᾶς ἅγιον καί αὐτοί ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε, διότι γέγραπται• ἅγιοι γίνεσθε, ὅτι ἐγώ ἅγιός εἰμι» (Α’ Πέτρου α’, 15-16). Συνέχεια

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου